Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.59.1 | Hdt. 9.60.3 (English) | >>Hdt. 9.62.2 |
9.60.1
καὶ οὗτοι μὲν βοῇ τε καὶ ὁμίλῳ ἐπήισαν ὡς ἀναρπασόμενοι τοὺς Ἕλληνας · Παυσανίης δέ , ὡς προσέκειτο ἡ ἵππος , πέμψας πρὸς τοὺς Ἀθηναίους ἱππέα λέγει τάδε · “ἄνδρες Ἀθηναῖοι , ἀγῶνος μεγίστου προκειμένου ἐλευθέρην εἶναι ἢ δεδουλωμένην τὴν Ἑλλάδα , προδεδόμεθα ὑπὸ τῶν συμμάχων ἡμεῖς τε οἱ Λακεδαιμόνιοι καὶ ὑμεῖς οἱ Ἀθηναῖοι ὑπὸ τὴν παροιχομένην νύκτα διαδράντων .
9.60.2 νῦν ὦν δέδοκται τὸ ἐνθεῦτεν τὸ ποιητέον ἡμῖν · ἀμυνομένους γὰρ τῇ δυνάμεθα ἄριστα περιστέλλειν ἀλλήλους . εἰ μέν νυν ἐς ὑμέας ὅρμησε ἀρχὴν ἡ ἵππος , χρῆν δὴ ἡμέας τε καὶ τοὺς μετʼ ἡμέων τὴν Ἑλλάδα οὐ προδιδόντας Τεγεήτας βοηθέειν ὑμῖν · νῦν δέ , ἐς ἡμέας γὰρ ἅπασα κεχώρηκε , δίκαιοι ἐστὲ ὑμεῖς πρὸς τὴν πιεζομένην μάλιστα τῶν μοιρέων ἀμυνέοντες ἰέναι .
9.60.3 εἰ δʼ ἄρα αὐτοὺς ὑμέας καταλελάβηκε ἀδύνατόν τι βοηθέειν , ὑμεῖς δʼ ἡμῖν τοὺς τοξότας ἀποπέμψαντες χάριν θέσθε . συνοίδαμεν δὲ ὑμῖν ὑπὸ τὸν παρεόντα τόνδε πόλεμον ἐοῦσι πολλὸν προθυμοτάτοισι , ὥστε καὶ ταῦτα ἐσακούειν .”
ch. 61
9.61.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.59.1 | Hdt. 9.60.3 (English) | >>Hdt. 9.62.2 |